# Scholia in Iliadum 1.187-2-192

Scholia in Homerum, Scholia in Iliadum, 1.187 to 1.192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.187-2

367. * ἅσσ’ ἔλαχόν γε] γράφεται καὶ ἅσσα λέλογχα. ὅτι παραπλησίως καὶ κατʼ ἀρχὴν τῆς μήνιδος λέγει “τῶν δʼ ἄλλων ἅ μοί ἐστι” (Il. 1, 300). τὰ μὲν γὰρ ἄλλα κατὰ κλῆρον ἔλαβε, τὴν δὲ Βρισηίδα ἐξαίρετον παρʼ Ἀγαμέμνονος. 368. *ἐφυβρίζων] γράφεται καὶ ἐνυβρίζων. 371. ἐξαπατήσειν] διὰ τί ἐξηπατῆσθαί φησιν ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ Ἀγαμέμνονος, ἀφαιρεθεὶς δὲ τοῦ γέρως; ἥκιστα γὰρ ἡ ὕβρις ἀπάτη. ἢ ὅτι τέως φίλος ὢν ἀνεφάνη ἐχθρὸς, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενος τῷ Ὀδυσσεῖ φυλάττεσθαι καὶ μὴ προσέ- χειν ὡς φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέσθαι ἀπάτη ἐστίν· ὃ γὰρ ἔφησεν, οὐκ ἐποίησεν. 372. αἰὲν ἀναιδείην ἐπιειμένος] δύναται μὲν συνάπτεσθαι τῷ ἐπάνω στίχῳ, ὡς καὶ τέτριπται. βέλτιον δὲ καθʼ αὑτὸ προφέρεσθαι· μᾶλλον γὰρ ἐμφαίνει τὸν ὀργιζόμενον. 375. ἐκ γὰρ δή] παρατηρητέον ὅτι ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶσσον διακοπτόμενοι· ἡ γὰρ ὀργὴ μᾶλλον παρίσταται διὰ τοῦ τοιούτου. ἐν γοῦν τοῖς τέσσαρσι στίχοις ἐφεξῆς ὀκτώ εἰσιν αὐτο- τελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαὶ, ἕως τοῦ ἐν καρὸς αἴσῃ. 376. ἐξαπάφοιτʼ] ἐξαπατήσειεν. ἡ μεταφορὰ ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
