Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.188
Not analysed yet
299. οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπερι- είληφεν οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς. οὔτε τῳ] τὸ τω σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύν- δεσμον αἰτιολογικὸν καὶ ῥῆμα. ὄνομα μὲν οὕτως “οὔτε σοὶ οὔτε τῳ ἄλλῳ·” ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ, οἷον “Κύκλωψ, τῆ, πίε οἶνον᾿” (Od. 9, 347)· ἔστι γὰρ τὸ θέμα τῶ, ὃ σημαίνει τὸ λαμ- βάνω. ἄρθρον δὲ οὕτως “ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ” (Il. 11, 613). ἀντωνυμίαν δὲ, ὡς ἐν τῷ “τῷ μιν ἐεισάμενος ”(Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν οὕτως “τῷ σε καὶ οὐ δύναμαι” (Od. 13, 351). *ἐπεί μʼ ἀφέλεσθέ γε δόντες] καὶ ὑβρίσατε ἑαυτοὺς, οὐ γὰρ ὅτι Ζηνόδοτος γράφει ἐπεί ῥʼ ἐθέλεις ἀφελέσθαι. ἔργῳ δὲ κοινωνεῖ εἰς ἄπαντας, ὡς τὸν αἴτιον τῆς ἀφαιρέσεως ἀγνοῶν.