# Scholia in Iliadum 1.189-2-194

Scholia in Homerum, Scholia in Iliadum, 1.189 to 1.194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.189-2

424. φιλομμειδὴς Ἀφροδίτη] τὸ γὰρ ἀφροδίσια λύπης ἀπήλ- λακται. ἡ θεὰ γὰρ αὕτη ἐρώτων συνεργός· “ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετʼ ἀνθρώποις ἐρᾶν.” 426. κάθιζ᾿] συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνον ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τόνον. εἶχον συνεῖχον· ἀλλʼ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος “νὺξ δὲ μάλα στνγερὴ κάτεχʼ οὐρανόν” (Od. 13, 269). οὕτως ἷζε κάθιζε· “Νέστωρ τʼ αὖ τοτʼ ἔριζε” (Od. 3, 411). 428. πλανώμενοί τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν· Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν. 432. ἀπὸ τούτου ἕως τοῦ ἀφραδέως (436) ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ καὶ ἀκατάλληλοι. ἅμα μὲν γὰρ λέγει “ἀλλ᾿ ἴθι προκάλεσσαι,” καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει “ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι” ὡς φροντιζούσης. 434. *παύσασθαι] Ἀρίσταρχος παύεσθαι. στικτέον ἐπὶ τὸ κέλομαι· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ προσ- τακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ τὸ κέλομαι, ὄντως ἀπαρέμφατα. 436. * δαμασθῇς] Ἀρίσταρχος δαμήῃς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
