# Scholia in Iliadum 1.190

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.190

302. * πείρησαι] τὸ πείρησαι προπαροξυτόνως· προστακτικὸν γὰρ ὡς τὸ “σὺ δὲ φράσαι” (83). εἰ δʼ ἄγε μὴν, πείρησαι] προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ προστακτικὸν, ὡς τὸ “ σὺ δὲ φράσαι ” (83), καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· “ἀλλά με κακκεῖαι σὺν τεύχεσι·” “τῆ δὲ τόδε κρή- δεμνον ὑπὸ στέρνοιο τανύσσαι” (Od. 5, 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἂ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· “ἀλλὰ σὺ μὲν κατάλεξαι ” (Od. 19, 44) “νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ” (Il. 22, 285). καὶ τὸ τοιοῦτο δόξειεν ἂν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς τόνους, ἐπὶ τινῶν δʼ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακ- τικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις “δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων” (Od. 8, 145).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
