# Scholia in Iliadum 1.191-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.191-4

454. ὠμησταί] Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆ- ται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ότι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής ὀρχηστής. οὕτως οὖν καὶ ὠμηστής. ἐρύουσιν] προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστώς χρόνος ἀντὶ μέλλοντος· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεὶ, φησὶν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περι- σπώμενος· “ αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί.” ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ “τόνδε δʼ ἐγὼ κομιῶ” (Od. 15, 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
