# Scholia in Iliadum 1.192-3-207

Scholia in Homerum, Scholia in Iliadum, 1.192 to 1.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.192-3

480. Ὑπερίονος] τοῦ ἡλίου, ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος (Th. 374)· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ· ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται. *τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου. 485. ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνί- σχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ προσώπου οὐκέτι. 488. τρίλλιστος] ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει· τρίλλιστος οὖν πολυλιτάνευτος. *πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος. 491. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπό πρόθεσιν, ἵνʼ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν. ἐν καθαρῷ, ὅθι δή] ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον. 493. τόν ῥʼ Ἕκτωρ] ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσ- σαρας στίχους κατὰ τὸ ἑξῆς διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι (Il. 6, 318). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐνταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι. 496. * ἔπεα Τρώεσσι μετηύδα] γράφεται ἔπεα πτερόεντʼ ἀγόρευεν. 499. * ὅτι θηλυκῶς τὴν Ἴλιον. 501. ἐπὶ ῥηγμῖνι θαλάσσης] ὅτι Ζηνόδοτος γράφει ἐπεὶ Διὸς ἐτράπετο φρήν. ἐξ ἄλλου δὲ στίχου (Il. 10, 45) τὸ ἡμιστίχιόν ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν νὺξ ἐγένετο. 503. *ἐφοπλισόμεσθα] ὅτι Ζηνόδοτος γράφει ἐφοπλίξεσθον. σνγχεῖ δὲ τὸ δυϊκόν. 505. * ὅτι οὐ μέλλοντα σημαίνει τὸ ἄξεσθε, ἀλλʼ ἐν ἴσῳ τῷ ἄγετε. ἴφια] εὔχρηστα. οἱ δὲ ἰσχυροποιά. ἢ εὐθηνοῦντα καὶ λιπαρά. 507. σῖτον] οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ ἄξεσθε· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον οὖν τὸ φέρετε. 510. *διὰ νύκτα] διὰ νυκτός. 512. *ἀσπουδί] ὅτι ἀντὶ τοῦ μὴ ῥᾳδίως, μήπως χωρὶς σπουδῆς. 513. ἀλλʼ ὥς τις τούτων γε βέλος] ὅτι βέλος εἴρηκε τὸ τρῶμα ὁμωνύμως τῷ τιτρώσκοντι. *οἴκοθι πέσσοι] καὶ μέχρις οἴκου κατάσχοι τὴν πληγήν. αἱ Ἀριστοφάνους πέσσοι. Παρμενίσκος δὲ ἐν τῷ ά πρὸς Κράτητα ὡς Ἀριστάρχειον προφέρεται ἀλλʼ ὥς τις κείνων γε. 515. * νηὸς ἐπιθρώσκων] γρ. νηὸς ἀποθρώσκων. 517. *ἀγγελλόντων] ὅτι ἀντὶ τοῦ ἀγγελλέτωσαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
