# Scholia in Iliadum 1.194-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.194-3

437. λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτὸς, θείειν δʼ ἀνέμοισιν ὅμοιοι, ἵνα φθάσωσιν ἐπʼ αὐτὸν διασωθῆναι. ἰστέον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους. δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. καλῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. ἐπαινε- τέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκο- τέρους χιόνος, καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστικῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον, καὶ λείπει τὸ εἰσίν. οἱ δὲ πτώσεως μετά- θεσιν τὸ τοιοῦτον ὠνόμασαν. πῶς ἐδόκει εἰδέναι ὅτι ταχεῖς εἰσὶν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ὡς ἀποσεμνύνων, ὡς καὶ σωθη- σομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν Θρᾳκῶν ἐπανάστασιν. χωριστέον τοῦ ἐπάνω στίχου, ἵνα μὴ σόλοικον γένηται· καὶ ἄλ- λως καθʼ ἑαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί εἰσιν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
