# Scholia in Iliadum 1.194

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.194

333—335. ἐπὶ τὸ ἴαχον διαστολὴ, καὶ ἐπὶ τὸ Ἀχαιῶν ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως τοῦ Ἀχαιῶν. καὶ τὸ ἑξῆς ἐστὶν, ἴαχον μῦθον ἐπαινήσαντες. ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμὸς, ἀϋσάντων ὑπʼ Ἀχαιῶν μῦθον ἐπαινήσαντες. ἱππότα] ἀντὶ τοῦ ἱππικὸς, νῦν δὲ φυγάς. ὁ γὰρ ποιητὴς τῷ ἱππό- της νῦν ἀντὶ τοῦ φυγάς κέχρηται. Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ Πύλῳ διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον, καὶ διὰ τὴν τῶν Νηλειδῶν δὲ ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφʼ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πό- λις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισ- σαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου καὶ τῶν ιά ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων μόνος περιελείφθη· διὸ καὶ Γερήνιος ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
