Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.195
Not analysed yet
312. κέλευθα] παρὰ τὸ ἐλεύθω. ἔστι δὲ ὡς τὸ δίφρα λύχνα· μεταβολὴ γένους· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν. γίνεται γὰρ μεταβολὴ γένους εἰς ἕτερον γένος, ὡς ἀπό τοῦ τράχηλος τὸ τρόχηλον, ἔνθεν πληθυντικὸν παρὰ Καλλιμάχῳ (fr. 98) τὰ τράχηλα γυμνάζειν. καὶ λύχνος λύχνα, δίφρος δίφρα, καὶ ἀπὸ τοῦ ἐρετμὸς τὸ ἐρετμόν. Τάρταρος ἀρσενικῶς, καὶ κατὰ μεταβολὴν ἡ Τάρταρος παρὰ Πινδάρῳ (Pyth. 1, 29) “ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ,” καὶ οὐδέτερον τὸ Τάρταρον Ἡσίοδος (Th. 119) “Τάρταρά τʼ ἠερόεντα.” τοιοῦτόν ἐστι καὶ τὸ ὑγρὰ κέλευθα.