# Scholia in Iliadum 1.195-4-210

Scholia in Homerum, Scholia in Iliadum, 1.195 to 1.210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.195-4

439. τεύχεα] ὅπλα. εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοῖκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων. 445. ἦ ῥά κατʼ αἶσαν] οὕτως Ἀρίσταρχος ἠὲ κατʼ αἶσαν, ἔξω τοῦ ῥά, καὶ ὅτι ὅμοιον τῷ “ἠὲ μετὰ Τρώεσσι.” *πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ ἀντιστοίχου. 447. Δόλων] ὅτι ζητεῖται πῶς τὸ ὄνομα ἔγνω. διό τινες ἀνέ- γνωσαν δολῶν ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει “οὓς νῶῖ πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν” (478). εἰκὸς δέ τινων γινώσκεσθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνον, καὶ μάλιστα τοῦ Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς πολύχρυσος πολύχαλκος (315). 450. εἶσθα] οὕτως ἐγένετο τὸ εἶσθα, εἰμί, τὸ δεύτερον εἶς, εἶτα εἶσθα. 452. * Ἀρίσταρχος ὀλέσσαις.ʼ 158. *τι κτιδέην λέγει ῥητῶς, χωρὶς τοῦ ι (335). 460. ληίτιδι] λαφυραγωγῷ, πολεμικῇ, ἢ τῇ παραιτίᾳ γιγνομένῃ τοῦ λείαν λαβεῖν. 461. * ἀνέσχεθε] γρ. ἀνέσχετο. * ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τῷ εὐχόμενος. 463. * Ἀρίσταρχος ἐπιδωσόμεθα, ἵνʼ ᾖ δώροις τιμήσομεν. 464. * ἵππους τε] ἐν ἄλλῳ ἄγυρίν τε καὶ εὐνάς. 465. * ὑψόσ᾿] διήλλαττον αἱ Ἀριστάρχου, ὑψόσε καὶ ὑψοῦ. 466. μυρίκην] σὺν τῷ ν, μυρίκην δέελον. δέελον δὲ τὸ εὔ- δηλον, ἀπὸ τοῦ δήεις, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν. δέελον] ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, καὶ ψιλοῦται τὸ δεύτερον ε. ἡ διπλῆ δὲ, ὅτι ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον. 469. τῶ δὲ βάτην προτέρω] ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς· καὶ ὅτι ἐρριμμένοι εἰσὶν οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ διʼ ἐντέων καὶ αἵματος. 470. *ὅτι τέλος καὶ νῦν τὸ τάγμα. 473. *ὅτι συνωρίσιν ἐχρῶντο, διὸ δίζυγες. 475. ψιλωτέον τὸ ἐξ· τὸ γὰρ ἑξῆς ἐστὶν, ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν, ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι. ἐπιδιφριάδος] τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ τοῦ ἐν τάξει ἐξω- τάτου ξύλου, ἐφʼ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλλοντες μάχεσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
