Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.197
Not analysed yet
317. κνίση δʼ οὐρανὸν ἷκεν] δοκεῖ ἡ λέξις τέσσαρα σημαίνειν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, αὐτό τε τὸ λίπος καὶ τὸν ἐπίπλουν καὶ τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. ἔστι δὲ παρὰ τὸ κνίσω. ὑπʼ ὄψιν δʼ ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστικῶς. ἀπὸ οὖν τοῦ κνίσω μέλλοντος γέγονε· πλεῖστα γὰρ ὀνόματα ἀπὸ μελλόντων γέγονεν, οἷον ἅψω ἀψίς, λέξω λέξις,] δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα. οὕτως οὖν καὶ κνίσω κνίσα. εἰ δέ τις εἴποι ὅτι πόθεν δῆλον ὅτι δίφθογγον οὐκ ἔστι, φαμὲν ὅτι κνίζω ἐστὶ καὶ ἔχει τὸ ι· τὰ γὰρ διὰ τοῦ ιζω τὸ ι μόνον ἔχουσι. τὸ δὲ κνισμός ὁμοίως ἐκ τοῦ κνίζω, κνίσω κνισμός, ὡς λογίσω λογισμός. τὸ κνίσα καὶ τὸ ῑ καὶ τὸ ᾱ βραχὺ, καὶ τὸ μὲν ῑ, ἐπειδὴ τὰ διὰ τοῦ ιζω τὸ ι βραχὺ ἔχει, τὸ δὲ ᾱ, ἐπειδὴ τὰ εἰς α θηλυκὰ, ἀπὸ μελλόν- των ἢ ἐνεστώτων γινόμενα, βραχὺ ἔχει τὸ α, δόξω δόξα, ἄξω ἄξα καὶ ἅμαξα, μῶ μῶσα καὶ μοῦσα. ἐκτέταται δὲ ποιητικῶς τὰ δύο· “κνίση δʼ οὐρανὸν ἷκεν.”