Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.198-2
Not analysed yet
446. ως σεο] ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον “ὡς σέο νῦν ἔραμαι·” ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. τὸ δὲ ὡς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ εὐνῇ· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστε- λοῦμεν ἐπὶ τὸ εὐνῇ, ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς. οὐδέποτε γὰρ οὕτως, φησὶ, κατέσχε με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.