# Scholia in Iliadum 1.198-206

Scholia in Homerum, Scholia in Iliadum, 1.198 to 1.206. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.198

320. Εὐρυβάτην] ὅτι καὶ ἕτερος Εὐρυβάτης, Ὀδυσσέως κῆρυξ (Il. 2, 184). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους (Il. 5, 576). 321. ὀτρηρὼ θεράποντε] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες καλοῦνται. 322. ἔρχεσθον κλισίην] στικτέον κατὰ τὸ τέλος τοῦ στίχον. αὐ- τοτελὴς γὰρ ὁ λόγος, καὶ ὁ ἑξῆς ὁμοίως. τὸ δὲ ἀγέμεν ἀντὶ προσ- τακτικοῦ τοῦ ἄγε. 323. χειρὸς ἑλόντʼ] οὕτως χειρὸς ἑλόντε ἄγειν Ἀρίσταρχος, ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφ βολον γὰρ ἔσται, ἐὰν κατὰ συναλοιφὴν ἀνγινώσκωμεν. 324, 325. δώῃσιν—ἕλωμαι] δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δὲ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν σι συλλαβήν. 324. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. ὑποστικτέον δὲ εἰς τὸ δώῃσι, στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι, ἵνα ὁ δέ περιττεύῃ. 325. *τό οἱ καὶ ῥίγιον ἔσται] δύναται ὑπερβατὸν εἶναι· καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται. 330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναν- τίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἄλλʼ ἐλυπήθη. 332. * διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύπριος. οὐδέ τί μιν προσεφώνεον] τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
