# Scholia in Iliadum 1.2-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.2-2

2. Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος] ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ ἥδυμος, ὡς ἔνιοι, παρὰ τὸ ἡδὺς, ὡς δῆλον ἐκ τοῦ “νήδυμος ἀμφιχυθείς” (ΙΙ. 14, 253). οἱ δὲ μεθ᾿ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος “ἐπεί ῥά οἱ ἥδυμος ἐλθών,” καὶ Σιμωνίδης “οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων.” ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παραγωγὸν τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος. *ὕπνος] ἀπὸ κοινοῦ τὸ παννύχιοι. Πῶς ἐν τῇ Α εἰπὼν τὸν Δία καθεύδειν νῦν φησὶ “Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος;” λέγομεν δὲ ἡμεῖς ὅτι ἐκάθευδε μὲν, ἀλλ᾿ ἐπ᾿ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς οἱ ἄλλοι, μεριμνῶν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
