# Scholia in Iliadum 1.2-3-6

Scholia in Homerum, Scholia in Iliadum, 1.2 to 1.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.2-3

2. * κλαγγῇ τʼ ἐνοπῇ τʼ] ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ἀνόματα. ὄρωιθες ὥς] βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀνταπόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν. 3. οὐρανόθι πρό] ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ. οὐρανὸν γὰρ καλεῖ τὸν ὑπὲρ τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου κορυφὰς ἐπουρανίους νοητέον. 4. χειμῶνα φύγεν] ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέγει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης. 5. κλαγγῇ—πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς. τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγ- γήν. τὰ δὲ δειλότερα τῶν ζώων φωνητικώτερα μᾶλλον τῶν ἀν- δρείων. 6. Πυγμαίων] τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ τὸν κροατήν· ὅθεν καὶ τὸν θροῦν ἐπʼ ἄπειρον αὔξει. φησὶ δὲ αὐτοὺς Ἑκάταιος ἐπὶ σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτὰς, τὰς δὲ καταφρονούσας τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
