Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.2-4
Not analysed yet
3. ἐῳνοχόει] κατʼ ἔνια τῶν ὑπομνημάτων ἐνῳνοχόει φέρεται· οἱ δέ φασι Ζηνοδότειον εἶναι τὴν γραφήν· ἐν μέντοι ταῖς ἐκδόσεσι χωρὶς τοῦ ν εὕραμεν. διαφόρους δὲ δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός· ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατʼ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθʼ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· “στῆσε δʼ ἐν Ἀμνισῷ” (Od. 19, 188)· “σκῆπτρον μέν τοι δῶκε (Il. 9, 38)· τὸ γὰρ ἐντελὲς “τῷ δʼ ἕτερον μὲν ἔδωκεν” (Il. 16, 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· “τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν” (Il. 14, 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε “χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγεν” (Il. 16, 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν “ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε” (Il. 1, 24), τὸ δὲ κατὰ πλεονασμὸν “οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε” (Od. 3, 143). καὶ πάλιν “ἕσσατο δʼ ἔκτοσθεν” (Il. 10, 334), εἶτα ἐν ἑτέροις “ἑέσσατο δέρμα” (Il. 10, 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ “ὦσα παρέξ” (Od. 9, 488), καὶ ὦσε τὸ τρίτον, ὃ ἐν πλεονασμῷ φησὶ “κὰδ ἄρʼ ἐπὶ στόμʼ ἔωσεν” (Il. 16, 410). οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐν ἑτέροις γάρ φησιν “ᾠνοχόει δʼ υἱὸς Μενελάου” (Od. 15, 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο “νέκταρ ἐῳνοχόει.”