# Scholia in Iliadum 1.2-5

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.2-5

2. μένος καὶ θάρσος] τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς· ἵνα οὖν δύνηται καὶ θαρρῇ, ἀμφότερα αὐτῷ ἔδωκεν· πολλοὶ γὰρ δύνανται μὲν, οὐ θαρροῦσι δέ. θάρσος δέ ἐστι κατὰ μὲν τοὺς Στωῖκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφʼ ἑαυτῷ κατὰ δὲ τοὺς ἐξ Ἀκαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίτασις θαρραλέα, κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐσταθεῖν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς, ὡς φησιν ὁ ποιητὴς “καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἔθηκεν” (Il. 17, 570). τί οὖν ἐστὶ θάρσος; τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. δεόντως οὖν φησὶ μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. ἰστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. Θαρσὼ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνᾶ. λέγεται δὲ θάρσος τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
