# Scholia in Iliadum 1.2-6-15

Scholia in Homerum, Scholia in Iliadum, 1.2 to 1.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.2-6

2. ἴθυσε μάχη] ἐπʼ εὐθείας ἐφέρετο ἡ μάχη, ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρῶας, ποτὲ δὲ ἀνατρεπομένων ὑπʼ αὐτῶν. *ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου. 3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα] ὅτι ἀντὶ τοῦ ἐπʼ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις. 4. ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο “ μεσσηγὺς ποταμοῖο Σκαμάν- δρου καὶ στομαλίμνης·” διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περιπεσὼν ἔγραψε μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.” τοῖς γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται. 5, 6. τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως τοὺς νικωμένους ὑπὸ τῆς Ἄρεως ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια. 9. *ἔβαλε] ὅτι ἀντὶ τοῦ ἔπαισε. 15. *φιλέεσκεν] ὅτι ἀντὶ τοῦ ἐξένιζεν. 17. * διασταλτέον ἐπὶ τὸ ὑπαντιάσας. ἡ διπλῆ πρὸς τὸ σχῆμα, ἀμφοτέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει. 18. Καλήσιον] ὅτι ὀνοματοθετικὸς ὁ ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος. 19. ἔσκεν ὑφηνίοχος] ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ “Ποσει- δάωνος ὑποδμώς” (Od. 4, 386). 24. σκότιον] ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους κάλλει, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους (.Il. 16, 180). *σκότιον ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν. *ἑ] τὸν Βουκολίωνα. 25. ποιμαίνων ἐπʼ ὄεσσι] ὅτι ἀντὶ τοῦ παῤ ὄεσσι, καὶ ὅτι ἐν τῷ τόπῳ τῶν ὀΐων λέγει. 28. καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα] καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος. 31. ἔγχεϊ] τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· κοινὸν γὰρ τὸ ἐξενάριξεν. *οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ ἄῤ, εἶτα Ἔτάονα. 34. ναῖε δὲ Σατνιόεντος] ὅτι Ζηνόδοτος γράφει “ὃς νάε Σατνιόεν- τος ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
