# Scholia in Iliadum 1.2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.2

2. μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μυριᾶσθαι· καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μυριᾶσθαι καὶ τὸ κλαῦσαι. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις. ἱστορία. Ξοῦθος ὁ Αἰόλου παῖς, ἀγαγόμενος Κρέουσαν τὴν Ἐρε- χθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν· ὧν ὁ μὲν Ἴων ᾤκησεν Ἀθήνας, ὁ δὲ Ἀχαιὸς φόνον ἐμφύλιον δράσας παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτε- ταγμένους ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶ- τοι οὖν οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι, καὶ οὗτοι οὐ πάντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἔπειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος καὶ τῶν τούτου παίδων, ἀπʼ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
