Ancient Greek
1.20 to 1.34
Scholia in Homerum, Scholia in Iliadum 1.20-2-34
Not analysed yet
46. *ἰών] ὅτι ἀντὶ τοῦ πορευθείς. 52. ἐπισπεῖν] ὡς ἐπιπλεῖν. μονοσύλλαβον γὰρ τὸ σπεῖν ἀπα- ρέμφατον· πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον. 53. ἀθετεῖται· διὰ γὰρ τῆς μαντικῆς αὐτῶν συνῆκεν, ὡς εἴρηται. 56. μέσσου δουρὸς ἑλών] μέσου τοῦ δόρατος ἐπιλαβόμενος πρὸς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ, ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι. ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ. 62. *πεφρικυῖαι] γράφεται καὶ βεβριθυῖαι. φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί. 63. πόντον ἔπι φρίξ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει πόντον ἔπι· οὕτως καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις, ὅπερ οὐ πιθανόν· οὐ γὰρ κατεπείγει. φρὶξ δὲ ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπο- λάζον τῷ κύματι ἀφρῶδες, ὅταν ἄνεμος ἄρχηται πνεῖν. βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. 64. μελάνει] ὡς οἰδάνει, ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησὶν, ἐνδείᾳ τοῦ ῑ ἐγένετο. *Ἀρίσταρχος πόντον διὰ τοῦ ν, καὶ ὑπʼ αὐτῇ, τῇ φρικί. ἄλλοι δὲ πόντος ὑπʼ αὐτοῦ. ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπʼ αὐτοῦ, ἔσται μελαίνεται ὁ πόντος ὑπὸ τοῦ Ζεφύρου· ἐὰν δὲ πόντον ὑπʼ αὐτῇ, ἔσται μελαίνει δὲ πόντον ὁ Ζέφυρος ὑπὸ τῇ φρίκῃ. 70. *τεκμαίρεται] ἐπιτελεῖ· τέκμωρ γὰρ τὸ τέλος. 73. ὑμῖν μὲν γὰρ ἔασιν] αί Ἀριστάρχου οὕτως, ὑμῖν δʼ ἐν γὰρ ἔασιν· καὶ ἔστι τὸ ἑξῆς, ὑμῖν δʼ ἔνεισι γὰρ, ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες. 74. *γρ. καὶ τῶν εἰ καί τινα θυμός. 75. πρόμος ἔμμεναι Ἕκτορι δίῳ] ὅτι ἰδίως ὡς περὶ ἑτέρου· καὶ ὅτι πρόμον τὸν πρόμαχον κατὰ συγκοπήν. καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ. 76. ἐπιμάρτυρος] ὅτι οὕτως λέγει ὁ μάρτυρος, ἀφʼ οὗ οἱ μάρτυροι· ἀπὸ δὲ τοῦ μάρτυς μάρτυρες. 79. ὄφρα πυρός με] ὅτι καθόλου διὰ πυρὸς οἶδε γινομένας τὰς ταφάς. 80. *λελάχωσι] ὅτι ἀντὶ τοῦ λαχεῖν ποιήσωσιν. ἀναδιπλασι- ασμὸς λελάχωσι. 82. *ὅτι θηλυκῶς τὴν Ἴλιον.