Ancient Greek
1.202 to 1.203
Scholia in Homerum, Scholia in Iliadum 1.202-203
Not analysed yet
459. ἀποτινέμεν] ὅτι Ζηνόδοτος ἀποτίνετον. συγχεῖται δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὁμηρος, ἀποτινέμεν ἀντὶ τοῦ ἀποτίνετε. 460. *ὅτι ἡ μετά ἀντὶ τῆς ἐν. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ Νικάνορος περὶ τῆς Ὁμηρικῆς στιγμῆς.