Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.203
Not analysed yet
395. Ἑλλάδα] Ἀρίσταρχος παρʼ Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι καὶ Ἕλληνας τοὺς Θεσσαλοὺς, παρακολουθῶν Θουκυδίδῃ, καὶ ἀθετεῖ τὸν στίχον τοῦτον “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς” (Il. 2, 530). καὶ ἐν ἐκείνῳ δὲ τῷ τόπῳ πάλιν ἀκούει “φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο” (478). ὅτι τὴν Θετταλικὴν οὕτως λέγει μόνην, τὴν δὲ ὅλην ἤπειρον οὐκ οἶδεν οὕτως καλουμένην. νόθα οὖν ἐκεῖνα “ἐγχείῃ δʼ ἐκέκαστο Παν- έλληνας καὶ Ἀχαιούς·” (Il. 2, 530) “καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος” (Od. 4,726.)