# Scholia in Iliadum 1.204-208

Scholia in Homerum, Scholia in Iliadum, 1.204 to 1.208. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.204

397. *ἐθέλοιμι] Ἀρίσταρχος ἐθέλωμι. 398. ἔνθα δέ] δύο μέρη λόγου· “ἔνθα δέ τοι θάνατος” (Il. 390) “ἔνθα δέ κʼ αὖθι μένων (Od. 5, 208) “ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχεος (Il. 22,16). 399. *γήμαντι] οὕτως Ἀρίσταρχος κατὰ δοτικήν. ἄλλοι δὲ γή- μαντα. μνηστὴν ἄλοχον] τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστὴν, ἐπεὶ δῶρον δίδοται. 400. τὰ γέρων ἐκτήσατο Πηλεύς] “πατρῷʼ ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα.” φησὶν οὖν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν κτημάτων ἀπολαύειν ἢ πολεμεῖν. 401. οὐ γὰρ ἐμοὶ ψυχῆς] ὅτι τινὲς γράφουσιν οὐ γὰρ ἐμῆς ψυ- χῆς. ἀλαζονικὸς δὲ ὁ λόγος, οὐδὲν τῆς ἐμῆς ψυχῆς ἄξιόν ἐστιν. ἄμεινον οὖν ἐμοί γράφειν. *ἐνίους φησὶν ὁ Ἀρίσταρχος γράφειν ἐμῆς ψυχῆς, οὐκ εὖ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
