# Scholia in Iliadum 1.205-2-211

Scholia in Homerum, Scholia in Iliadum, 1.205 to 1.211. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.205-2

481. θῶες μέν τε διέτρεσαν] Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησὶ θῶας καὶ λέοντας πολέμια εἶναι, σαρκοφάγα ὄντα καὶ ἀπὸ τῶν αὐτῶν τὴν τροφὴν ποριζόμενα. ἔμπειρος οὖν τούτων καὶ πρὸ Ἀριστοτέλους ὁ ποιητής. 484. ἢ ἐπὶ τὸ ἀΐσσων βραχὺ διασταλτέον, ἢ ἐπὶ τὸ ἔγχει. καὶ ἀμφότερα ἐγκατάσκευα· τὸ μέντοι δεύτερον δοκεῖ λείπειν τῇ σύν προθέσει, ὡς καὶ ἐκεῖ “ἔγχει ἐπαίσσων” (Il. 10, 348). *νηλεὲς ἦμαρ] τὴν χαλεπὴν ἡμέραν, τουτέστι τὸν θάνατον. 486. στῆ δὲ παρέξ] παρέστη δέ. καὶ περισσὴ ἡ ἔξ, ὁμοίως τῷ “ὦσα παρέξʼ (Od. 9, 488). 488. * θεράπων] τοῦ Μενελάου· ἄνιππος γὰρ ὁ Ὀδυσσεύς. 490. ἐπὶ τὸ Πριαμίδην βραχὺ διαστέλλειν ἀξιοῦσί τινες, οὐκ ἀπιθάνως, ἵνα μὴ συνάπτωμεν τῷ πατρωνυμικῷ τὸν υἱὸν καὶ ζήτημα ποιῶμεν περί τινα ὥσπερ ἐξήγησιν ἢ ἐπανάληψιν. περισσὸν δὲ τὸ υἱόν· κτητικοῖς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνά- μενον, πατρωνυμικοῖς δὲ ἐμπεριέχεται. 492. κάτεισι] ὅτι Ζηνόδοτος γράφει πεδίον δὲ δίηται. τὸ δὲ κάτεισι τὴν ἐξ ὕψους καταφορὰν δηλοῖ. 494. δρῦς ἀζαλέας] πρὸς τὸ σημαινόμενον, πότερον ὅτι φυλλορροεῖ καὶ κατὰ ταύτην τὴν ὤραν ξηραινόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβάλ- λεται ἐκ τῶν χειμάρρων· ἢ ὅτι οἱ δρυτόμοι εἰς τοὺς ποταμοὺς ἐμβάλ- λουσι κόπτοντες, ἵνα ἐπὶ τοῦ καιροῦ συγκαταφέρωνται τῷ ὄμβρῳ, ὃ καὶ ὑγιές.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
