# Scholia in Iliadum 1.208-3-212

Scholia in Homerum, Scholia in Iliadum, 1.208 to 1.212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.208-3

519. λέξασθαι προτὶ ἄστυ] ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου. προτὶ ἄστυ] γρ. περὶ ἄστυ. 520. θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει και- ρὸν ἐν ᾧ μίγνυται, αὗται δὲ διηνεκῶς πλησιάζουσιν. 521. * καιόντων] ὅτι ἀντὶ τοῦ καιέτωσαν. 524. ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει, καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ ὁ μέν. ὁ δὲ νοῦς ἐστὶ τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερον συν- τετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται· περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω. 526. εὔχομαι ἐλπόμενος] ὅτι Ζηνόδοτος γράφει ἔλπομαι εὐχό- μενος. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπῃρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλ- πόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν. *οὕτως ἡ γραφὴ, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
