Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.209-4
Not analysed yet
404. ἀφήτορος] οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοῦ στροφέως, παρὰ τὸ τοὺς εἰσιόντας προσκυνεῖν ἐφαπτομένους. ἢ ὁμοφήτορος, ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πένητι καὶ πλουσίῳ. ἢ τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. πρὸς τοὺς γλωσσογράφους, ἀφήτορος τοῦ στροφέως ἀποδιδόντας. καὶ Ζηνόδοτος δὲ οὕτως ἐκδέδεκται· τὸν γὰρ ἑξῆς μετέγραφε “νηοῦ Ἀπόλλωνος.” ἀφήτορα δὲ τὸν Ἀπόλλωνα ἐπιθετικῶς, οὐ κοινότερον, ἀλλὰ τὸν Πύθιον, οἷον ὁμοφήτορα, διὰ τὸ εἰς λόγους ἔρχεσθαι τοῖς χρησμῳδουμένοις.