# Scholia in Iliadum 1.21-2-28

Scholia in Homerum, Scholia in Iliadum, 1.21 to 1.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.21-2

43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ τὸ νεωστὶ γεγονὸς, νεογά- τεόν τε ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός, νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος. φᾶρος] παρὰ τὸ φέρεσθαι, καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· “αὐτὴ δ᾿ ἀργύφεον φᾶρος” (Od. 5. 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις. 44. πέδιλα] παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περι- τίθεσθαι. ἢ παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα. 45. ξίφος ἀργυρόηλον] ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυ- ρόηλον, ἐν ἄλλοις δὲ (ΙΙ. 11, 29) χρυσόηλον. καὶ Εὐριπίδης σφυρῶν σιδηρᾶ κέντρα εἰπὼν, ἐν ἄλλοις φησὶ χρυσοδέτοις περόναις (Phoen. 26, 812). τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται, ἀλλὰ κατ᾿ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ. 46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ᾿ ἑξῆς. 48. *τὸ δέξατο. ὅτι οἱ πρὸς ἠῶ ὄνειροι ἀληθεῖς, πεπτομένων τῶν σιτίων. πρὸς τὸν τῶν ἡμερῶν ἀριθμὸν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ μακρός. 49. *ἐρέουσα] ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ σημαί- νουσα. 52. *ἐκήρυσσον] ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμὴ, ἥτις δύο δύναται χρόνους σιωπῆς. βουλήν] αἱ πλείους καὶ χαριέσταται δίχα τοῦ ν, βουλή· καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀριστάρχειος. 53. * ἵζε] συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν. ἵζε] ἡ κοινὴ τὸ ἵζει συστέλλει. φθάνει δὲ τὴν Λακώνων πολιτείαν βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. γερόντων] γέροντας ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ᾿ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
