# Scholia in Iliadum 1.210-3-221

Scholia in Homerum, Scholia in Iliadum, 1.210 to 1.221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.210-3

405. *Φοίβου Ἀπόλλωνος] ὅτι γράφει Ζηνόδοτος νηοῦ Ἀπόλ- λωνος. Πυθοῖ ἔνι] πόλις Πυθὼ Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. κέκληται δὲ ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθέντα τὸν τοῦ χρηστη- ρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι πυσθῆναι, ὅ ἐστι σα- πῆναι. 406. ληῖστοὶ] ἀπὸ λείας κτητοί· λεία δὲ λέγεται κυρίως τὰ τῶν πολεμικῶν λαφύρων κτήματα. 409. *ἑλετή] ἀντὶ τοῦ οὐ δεκτική. ἐπεὶ ἄρ κεν] ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόν- των· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα. 416. ἀθετεῖται, ὅτι νομίσας τις κρέμασθαι τὸν λόγον προσέθηκεν αὐτόν. καὶ γὰρ κατὰ τὸ κοινὸν ἐπιλέγεται “οὐδέ κέ μʼ ὦκα.” δεῖ οὖν κοινὸν λαβεῖν τὸ ἔσται ἀπὸ τοῦ προκειμένου τοῦ ἄφθιτον ἔσται. *εὐδὲ παρὰ Ζηνοδότῳ ἐφέρετο. 417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς, τεχνικῶς δὲ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος. 419. * ὅτι θηλυκῶς τὴν Ἴλιον. 420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπί- δες. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος. 425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι ματαία ἐστὶν αὕτη ἡ γνώμη ἣν ἐποίησαν οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι. 426. ἀπομηνίσαντος] ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐ- θεῖαν οὕτως οἶδεν “ἀπομηνίσας” (Il. 2, 772). οὕτως οἶδε καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀνα- γνωστέον. 431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπό- τομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως δὲ διέθηκε τὸν Ἀχιλ- λέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει. 434. μετὰ φρεσὶ βάλλεαι] κατὰ νοῦν ἔχεις. 437. φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
