Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.211-2
Not analysed yet
518. ἠθεῖʼ] ταῦτά τινες προσαγορευτικά· οὐδέποτε δὲ περί τινος αὐτά φησιν, τέττα φίλου, ἄττα τροφέως, πάππα πατρός, ἠθεῖε ἀδελφοῦ. γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος,—πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν, ὡς μύει ἠμύει “τῷ κε τάχʼ ἠμύσειε πόλις” (Il. 2, 373), πεδανός ἠπεδανός, εὐγενής εὐηγενής “τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 81). βαιός ἠβαιός—ἢ παρὰ τὸ ἔθος ἔθειος ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος· ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται. ἠθεῖε] Ἀρίσταρχος προπερισπῷ ὡς οἰκεῖε. καὶ ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον. *ἦ] τὸ πευστικῶς καὶ ἠθικῶς.