# Scholia in Iliadum 1.212-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.212-2

539. ἔνθα κεν] ἡ διπλῆ, ὅτι περισσὸς ὁ κεν, καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται. ἰστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν οὔ ἀπόφασιν, οὐκέτι, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ ἔτι. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις, οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένηται, οὔ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τι, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ φανέντα. ὅτι διὰ λόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχί ἔννοιαν ἀνα- δέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον “οὐκέτι φιλο- λογεῖ·” πρότερον γάρ τις ἐφιλολόγει· οὐκέτι περιπατεῖ. ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψόμεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι. ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον, οἱ δὲ κατὰ παρολκὴν τὸ ἔτι, οἷον τὸ ἐν τῇ Ὀδυσσείᾳ (5, 153) “ἔνθ᾿ οὐκέτι ἥνδανε νύμφη.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
