# Scholia in Iliadum 1.212-224

Scholia in Homerum, Scholia in Iliadum, 1.212 to 1.224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.212

341. χρειῶ] ὡς Κλειώ· καὶ γὰρ χρειοῖ ἀναγκαίῃ (Il. 8, 57) ὡς Κλειοῖ. 342. *ὀλοιῇσι] πλεονασμῷ τοῦ ι. 343. νοῆσαι ἅμα πρόσσω] διασταλτέον ἐπὶ τὸ ὀπίσσω, ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι, ἵνʼ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον. ἢ καὶ ἑτέρως, ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα. ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109) ἐστὶν “ οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω.” 349. δακρύσας ἑτάρων] βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύσας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα. 350. *οὕτως ἀπείρονα, οὐκ οἴνοπα, ἡ Ἀριστάρχον. 351. *χεῖρας ὀρεγνύς] ὅτι Ζηνόδοτος γράφει χεῖρας ἀναπτάς. 353. *ὄφελλεν] ὄφειλεν ὄφελλεν, Αἰολικῶς, ὡς χεῖρες χέρρες. ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας, ὑψηλότατον, ἱερὸν καὶ οἰκητή- ριον τῶν θεῶν. ἀλληγορικῶς δὲ ὁ οὐρανός. 354. ὑψιβρεμέτης] βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν. 356. * ἠτίμησεν] τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρόνον. 357. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι τῶν θεῶν. ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής· ὅς ἐστιν ἀπὸ τοῦ πεσεῖν παρὰ ποσὶ γυναικός. καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρα- καλεῖν. 358. παρὰ πατρὶ γέροντι] τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον, ἀφʼ οὗ καὶ Δωρίδος τῆς Ὠκεανοῦ αἱ Νηρεΐδες. 361. στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατʼ καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθʼ ἑαυτὴν ἑκάστη. 363. ἵνα εἴδομεν] προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δὲ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστὶ καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
