Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.214
Not analysed yet
541. διασταλτέον μέσον καὶ ἑλοῦσα· ἤρτηται γὰρ ὁ λόγος ἐκ τῶν προκειμένων, ἵνʼ ᾖ ἡ διάνοια, τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχὼν, εἴ γέ τις ἄτρωτος διὰ μέσων ἐδύνατο πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς καὶ τὰ φερόμενα ἀπέτρεπε βέλη. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος περὶ Ὁμηρικῆς στιγμῆς.