# Scholia in Iliadum 1.22-2-32

Scholia in Homerum, Scholia in Iliadum, 1.22 to 1.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.22-2

41. Δημήτριος ὁ Ἰξίων ἐν ἄλλῳ θρασυκάρδιος. ἀμβροσίην] θείαν, ἐν ᾗ οἱ βροτοὶ οὐ προίασιν. διὰ τοῦτο ἡ νὺξ ἀμβρότη. 43. χρεὼ βουλῆς] χρεία συμβουλῆς τινὸς ἐμοὶ καὶ σοί. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις, ἀντὶ τοῦ ἐμοὶ καὶ σοί. 44. κερδαλέης] ἐπωφελοῦς, συνετῆς, ὠφελίμου. ἢ πανούργου, παρὰ τὴν κερδώ, ὅ ἐστι τὴν ἀλώπεκα· ἔστι δὲ πανουργότατον τῶν ζῴων. δεῖ, φησὶ, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντιση- κοῦν. ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἥ- τις ἂν ἐρύσσαιτο. καὶ πρὸς τὸ “ἐνθάδε Ζίσυφος ἔσκεν ὁ κέρδιστος” (Il. 6. 153). 45. ἐπεὶ Διὸς ἐτράπετο φρήν] ὅτι φανερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος· καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Εκτορος λόγον κατὰ τὴν κόλον μάχην (ll. 8, 501). 46. * θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων εἶχʼ ἱεροῖσιν. 48. μέρμερ’] μερίμνης καὶ φροντίδος ἄξια· καταστρέφει δὲ εἰς τὸ κακά. τὸ δὲ ἐπʼ ἤματι Ἀρίσταρχος διὰ τοῦ ν, ἐν ἤματι, ὁμοίως τῷ “μηνὶ δʼ ἐν οὔλῳ” (Od. 24, 118). 50. *υἱὸς φίλος] λείπει ὑπάρχων. 51, 52. ἀθετοῦνται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα (διʼ ἄλλων γὰρ προείρηται “ὅσσʼ Ἕκτωρ ἔρεξε Διὶ φίλος υἷας Ἀχαιῶν” ) καὶ ὅτι ἐπὶ ταυτὸν φέρει δηθά καὶ δολιχόν. καὶ Ἀριστοφάνης προη- θέτει. 53. Αἴαντα] ὁ μὲν Δίδυμος τὴν Ἀρισταρχείαν γραφὴν λέγει Ἀἴαντε δυικῶς, ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον. οὐ γὰρ ἐπʼ ἀμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται. ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο. ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι. 54. * ἐπὶ νῆας] Ἀρίσταρχος παρὰ νῆας. 55. *γρ. αἴ κ’ ἐθέλῃσι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
