# Scholia in Iliadum 1.221-225

Scholia in Homerum, Scholia in Iliadum, 1.221 to 1.225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.221

404—407. αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν κατὰ πάντων· τὸ δὲ πρέπον διίστησιν. 408. βοὴν ἀγαθός] ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχεῖαν ἀπεργάζεται τὴν φωνήν. 412. Ζεῦ κύδιστε μέγιστε] ὅτι ἔν τισι γέγραπται Ζεῦ πάτερ Ἴδηθεν μεδέων. οὐχ ἁρμόζει δὲ τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον κοινοτέραν. 415. πρῆσαι] ἐν ταῖς πλείσταις διὰ τοῦ λ, πλῆσαι· καὶ αἱ Ἀριστάρχου. δύναιτο δʼ ἂν καὶ διὰ τοῦ πρῆσαι ταυτὸν δηλοῦσθαι ὡς ἐκεῖ “ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον” (Il. 1, 481). 417. χαλκῷ ῥωγαλέον] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥη- γέντα, καὶ ἐκ παρεπομένου ἐν μέρει τὸ ἀνελεῖν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
