# Scholia in Iliadum 1.229-2-236

Scholia in Homerum, Scholia in Iliadum, 1.229 to 1.236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.229-2

454. Ἐρινῦς] καταχθόνιοι δαίμονες, τιμωροὶ τῶν πατρικῶν ἀσε- βημάτων. τρεῖς δέ εἰσιν, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. 455. * ὅτι τινὲς γράφουσιν ἐμοῖσιν. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντορος. *οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι. 456. θεοὶ δʼ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν. ἐπαράς] εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς, ὡ- “ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422) καὶ ἐπισμυγερῶς (ib. 195)· εἶτε τὸ ἑξῆς ἐστὶν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συνα- λειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου “ στεῦτο γάρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι” (Il. 18, 191). 457. *Σεύς τε καταχθόνιος] ὅτι καταχθόνιον Δία τὸν Ἄιδην λέγει.ʼ ἐπαινὴ] ἐπίφοβος, δεινή· αἰνὸν γὰρ τὸ δεινόν. ἢ ἣν οὐκ ἄν τις ἐπαινήσειεν· ἀντίφρασις ὁ τρόπος. ἢ ὑπερβολικῶς, ἣν ἄν τις ἐπαινῶν παραιτήσαιτο. 462. *ἔνʼ ἐμοί] γρ. ἔνθα μοι. 464. Διονύσιος ὁ Θρᾷξ ἐν τῷ πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας (Il. 23, 643) φησὶ γεγραμμένου ἀντιόωντες μεταθεῖναι τὸν Ἀρί- σταρχον ἀμφὶς ἐόντες. ὅτι ἠγαπημένος ἦν διὰ τὴν σπουδὴν, ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύ- πυλος. *ἐν ἄλλῳ ἐγγὺς ἐόντες. 468. *τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί. 470. εἰνάνυχες ὡς μονώνυχες, ἀπʼ εὐθείας τῆς εἰνάνυξ. εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω τι σύν- ηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ποδάνιπτρα ποδῶν (Od.19, 343), οἶνον ἐνοινοχοεύοντες (Od. 3, 472).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
