Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.229-3
Not analysed yet
548. ὅτι ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ “ἤῖε πόλλʼ ἀέκων” (557), ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς δὲ ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν λαμβάνει. διὰ τί ὁτὲ μὲν λέοντι, ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντας ῥητέον οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως, ἐναργείας, σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν ὁ ποιητὴς, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀνα- χωρεῖν ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.