# Scholia in Iliadum 1.231-242

Scholia in Homerum, Scholia in Iliadum, 1.231 to 1.242. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.231

437, 438. ἀδιάφορον εἶτε ἐπὶ τὸν μέν σύνδεσμον διαστέλλοιμεν, ἴνʼ ᾗ Ἀχαιῶν λαὸν, εἴτε ἐπὶ τὸ χαλκοχιτώνων, ἵν ᾖ κήρυκες Ἀχαιῶν. 438. * ἀγειρόντων] ἀντὶ τοῦ ἀγειρέτωσαν. 439. *δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε. 440. *ἐγείρομεν] ἀντὶ τοῦ ἐγείρωμεν. 446. μετὰ δέ] λείπει τὸ ἧν αὐτοτελὲς ῥῆμα, διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω. ἵνα μὴ ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν. 447. διὰ τοῦ ων ἀγήρων ἡ Ἀριστάρχειος, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ “ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε” (Il. 17, 444). οὕτως καὶ ἡ Ἀριστοφάνειος. a m. rec. 448. ἑκατόν] ἀντὶ τοῦ πολλοί, ἢ τῷ ἀριθμῷ πίστιν πεπόρισται. a m. rec. ἠερέθονται] αἰωροῦνται. παραγωγὸν δέ ἐστι τοῦ ἀείρω, ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται. Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέ- θοντο, ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων. 449. ἑκατόμβοιος] ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῶον, τὸν βοῦν, διὰ πολλὰ μὲν καὶ ὅτι ἱερόν ἐστιν, ἐνεχάραττον τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον. 450. *παιφάσσουσα] πάντη τὰ φάη ἀΐσσουσα. φῶ τὸ φαίνω· ἀναδιπλασιασμὸς παφάσσω, καὶ πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πιαίνω παπταίνων, πάσσω πάλη παι- πάλη. a m. rec. λαὸν Ἀχαιῶν] ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον ἔχει ἀμφότερα. 452. ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον· ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵνʼ ᾖ σθένος ἄλληκτον. 453, 454. ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας (Il. 11, 13) οὐκ ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετʼ, ἐπεὶ μέρος ἐστὶ περιόδου. 455. ἠΰτε πῦρ] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη γὰρ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ, καὶ τῷ ὄρει ἔνθα καταιγίδες εἰσὶ, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
