Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.234-2
Not analysed yet
559. ῥόπαλα] ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα, καὶ τὸ ἕτοιμον εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα· ἢ ἐκ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι τῇ φορᾷ, ἀλλοιοῦν καὶ συντρίβειν. συνήθη δὲ πληγῶν θέλει αὐτὸν παραστῆσαι, ἵνα δείξη αὐτοῦ τὸ γενναῖον. ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι. ἀλλʼ ἔστι τοιοῦτο τὸ λεγόμενον, ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ, ὥστε ἐντριβῆ αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται.