# Scholia in Iliadum 1.235-2-240

Scholia in Homerum, Scholia in Iliadum, 1.235 to 1.240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.235-2

800. ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλʼ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυ- μίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται. 807. ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον “ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.” ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο- τρύνειν, ἀλλὰ κωλύειν. μετηνέχθη δὲ οὐ δεόντως ἐκ τοῦ Ἀγαμέμνονος λόγου (ll. 4, 390). 808. τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ “δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον” (805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν “σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω” (809). 812. ἤ νύ σε] ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν. 813. ἔκγονος ὁ υἱὸς, ἔγγονος ὁ υἱωνός. 814. *ὅτι ἔνιοι τὴν δʼ οὖτε προσέειπε.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
