# Scholia in Iliadum 1.235-3-250

Scholia in Homerum, Scholia in Iliadum, 1.235 to 1.250. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.235-3

562. ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς κακο- παθείας· καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη. 564. * τηλέκλητοι] Ἀρίσταρχος πολυηγερέες τʼ ἐπίκουροι. 568. πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο. 569. πάντας δὲ προέεργε] ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν, ἢ προετρέπετο τοὺς Ελληνας ἀναχωρεῖν. 572. πρὸς τὴν ἐξήγησιν τοῦ “ὁ δὲ χασσάμενος πελεμίχθη” (Il. 4, 535)· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασσον. 573. *βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ. 574. ὅτι τὰ δόρατα ἵσταντο. καὶ ὅτι ἀπὸ τῶν ἐμψύχων μετα- φέρει. 579. ἧπαρ ὑπὸ πραπίδων] πραπίδες τὸ διάφραγμα· ἔστι δὲ νευρώδης ὑμὴν, διεζωκὼς τὰ σπλάγχνα. τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. φρένας δὲ ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα, παρόσον φλεγμαῖνον τοῦτο ὡς νευρῶδες ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέ- φαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ. 583. *ἐν ἄλλῳ εἷλκεν ἐπʼ Εὐρυπύλῳ. καί μιν βάλε μηρὸν ὀιστῷ] ὅτι ἀντὶ τοῦ καὶ αὐτοῦ τὸν μηρὸν ἔτρωσεν. 584. δόναξ] ὅτι ὁ τοῦ βέλους κάλαμος· τὰ γὰρ βέλη ξύλινα καὶ καλάμινα ἦν. πρὸς τὸ “κῆλα θεοῖο” (Il. 1, 53), ὅτι τὰ βέλη λέγει, καίτοι ἐξ ἄλλης ἦν ὕλης ἐκεῖνα. 589. Αἴανθʼ ὃς βελέεσσι] ὅτι Ζηνόδοτος γράφει Αἴαντος βελέ- εσσι. γενικὴ μὲν οὖν οὐχ ἁρμόζει, ὥστε δέχεσθαι τοῦ Αἴαντος· εἰ δὲ καὶ κατὰ συναλοιφὴν ἐν τῷ ψιλῷ ἀντιστοίχῳ γέγραφεν, ἵνʼ ᾖ τὸ πλῆρες Αἴαντʼ ὃς βελέεσσιν, οὐκ ἔστι τῆς καθ’ Ὅμηρον Ἰάδος τὸ ψιλοῦν τὰ τοιαῦτα. 590. * τῶν πολεμίων δηλονότι. 593. *σάκεʼ ὤμοισι κλίναντες] ἀντὶ τοῦ τοὺς ὤμους ταῖς ἀσπίσι προσερείσαντες. 594. *τῶν δʼ ἀντίος] ἐν ἄλλῳ τῶν δὲ σχεδὸν ἤλυθεν Αἴας. 596. δέμας πυρὸς] τὴν σφοδρότητα τῆς μάχης παρίστησι, περὶ τὴν γενομένην ἐν αὐτῇ φθορὰν εἰκάσας· πῦρ γὰρ καὶ ῥᾷστα καὶ τάχιστα φθείρει. *δίκην πυρὸς, ὥσπερ πῦρ. 600. * Ἀρίσταρχος ἑστήκει. ὅτι ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ πρυμνῆς μεγακήτεος νηός.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
