# Scholia in Iliadum 1.238-2-252

Scholia in Homerum, Scholia in Iliadum, 1.238 to 1.252. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.238-2

473. ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ ἕτερον συγκεχύσθαι. πιθανεύονται δὲ οἱ λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού- σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου. ἀπί- θανον γάρ φασιν εἶναι ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ ἐλλείπειν. 475. *θύρας] ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν. 478. Ἑλλάδος] Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες” (Il. 2, 684). *πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πόλις. 480. *ἐς Πηλῆα ἄνακτα] γρ. ἐς Πηλῆα ἄναχθ’. 481. ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσ- βύτερος Πηλεὺς Φοίνικος. 482. δυσωπητικὰ Ἀχιλλέως ταῦτα, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη. 484. Δολόπεσσιν ἀνάσσων] Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ καταλόγῳ. 485. καί σε] οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντι- διαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον. 488. γούνεσσι] οὕτως διὰ τοῦ ε, γούνεσσι· ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα. 489. ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοὶ, καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεὺς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη. 492. * Ἀρίσταρχος πολλὰ πάθον καὶ πολλὰ μόγησα. 494. ἀλλὰ σὲ παῖδα] ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δεί- ξεως. 496. ἀλλ’, Ἀχιλεῦ, δάμασον] ἐμφαντικῶς τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ δμηθήτω (158). 497. στρεπτοὶ] εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπειστοι. ἐναν-] τίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ “οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος” (Od. 3, 147). λύοιτο δʼ ἂν προσώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι. *στρεπτοὶ] εὐμετάστρεπτοι καὶ ἵλαοι τοῖς μετανοοῦσι. 500. *ἐν ἄλλῳ λοιβῆς τε κνίσης τε.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
