# Scholia in Iliadum 1.239-248

Scholia in Homerum, Scholia in Iliadum, 1.239 to 1.248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.239

400. Παλλὰς Ἀθήνη] ὅτι Ζηνόδοτος γράφει Φοῖβος Ἀπόλλων· ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοη- θοῦντας θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα μᾶλλον ἀκούοιτο Θέτις. 401. *συναπτέον τοῦτον τῷ ἑξῆς· βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ Ὄλυμπον. 402. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν. 403. τῶν διωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀνα- φέρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους, ὡς καὶ τὸ “χαλκίδα κικλή- σκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν” (Il. 14, 291), καὶ περὶ τοῦ ποταμοῦ “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον” (Il. 20, 74.) 404. ὁ γὰρ αὖτε] ὅτι Ζηνόδοτος γράφει “ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος ἀπάντων, ὁππόσοι ναίουσ᾿ ὑπὸ Τάρταρον εὐρώεντα.” οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεὺς, ἀλλ᾿ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει. *οὕτως διὰ τοῦ ν, βίην, Ἀρίσταρχος. 405. ὅς ῥα παρὰ Κρονίωνι] ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς “πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων” (Ιl. 5, 906). Ὅμηρος δὲ, ὡς στωϊκὸς, Ποσειδῶνος αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησὶ, παῦροι δέ τε πατρὸς ἀρείους (Od. 2, 277). 407. λαβὲ γούνων] κεφαλῆς λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι᾿ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα) ἐπικλᾶν σπεύδοντες τὴν ψυχὴν τοῖς λόγοις. 407—412. βραχὺ διασταλτέον μνήσασα, παρέζεο, καὶ κτεινομέ- νους, καὶ βασιλῆος, καὶ ἣν ἄτην· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι. 412. *οὐδὲν] ὅτι τὸ δεν παρέλκει. 415. ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς δὴ μὴ ὄφελον νικᾶν” (Od. 11, 548). “ὥς μ᾿ ὄφελ᾿ Ἕκτωρ κτεῖ- ναι” (Ιl. 21, 279) καὶ “μὴ ὄφελες λίσσεσθαι” (Ιl. 9, 698.) Καλ- λίμαχος δὲ ἐπίρρημα εὐκτικόν· “ὤφελε μηδ᾿ ἐγένοντο θοαὶ νέες” (Epigr. 18).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
