# Scholia in Iliadum 1.24

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.24

66. οὐκ ἀσεβεῖ, φησὶν, ὁ Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ ὁ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς τοὺς ὅρκους κακῶς γεγενημένους (οὐδὲ γὰρ ἑτέρως Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν) διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθη- νᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτὸν τὸν τοῦ Πανδάρου, καὶ ὅτι αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο· ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ αὐτοῖς τοῖς Ὁμήρου λύοντες φασὶ προειρηκέναι τὸν ποιητὴν “πειρᾶν τʼ αἴ κε θέλῃσιν,” οὐ πείθειν. ὑπερκύδαντας] τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλί- νονται οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδᾳ, Σουίδας Σουίδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ δὲ προσθεῖναι χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένωνται· ἐκεῖνα γὰρ περιττοσυλλά- βως κλίνονται ἤγουν διὰ τοῦ ντ, οἷον οἶδα Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Ἀφείδας Ἀφείδαντος. τούτων οὕτως ἐχόντων, τὸ ὑπερκύδαντας Ἀχαιούς μήποτε ἀπὸ βαρυτόνου ῥήματός ἐστι τοῦ κυδαίνω τοῦ σημαίνοντος τὸ δοξάζω. γέγονε κυδάεις κυδάεντος κυδάεντας καὶ ὑπερ- κυδάεντας. λέγουσι δέ τινες ὅτι ἐν τοῖς ἐπιμερισμοῖς λέγει ὁ Ἡρω- διανὸς ὅτι μετοχή ἐστιν· λέγει γὰρ ὅτι ἐστὶ κυδαίνω ὑπερκυδαίνω, ἐκύδανα κυδάνας ὑπερκυδάνας ὑπερκυδάναντας καὶ κατὰ συγκοπὴν ὑπερκύδαντας. ἐν δὲ τῷ ὀνοματικῷ λέγει ὅτι ὄνομά ἐστι. καὶ μᾶλ- λον ὄνομα δεῖ λέγειν αὐτὸ ἤπερ μετοχήν· τῷ γὰρ ὀνοματικῷ μᾶλλον πιστευτέον ἢ τοῖς ἐπιμερισμοῖς. τοῦτο γὰρ ώμολόγηται εἶναι Ἡρωδιανοῦ. ἀλλʼ εἰσὶ καὶ ψευδεπίγραφοι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
