Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.241
Not analysed yet
824. *τὸ ἀνά ἀντὶ τῆς κατά. οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα Δωδωναῖε” (Il. 16, 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον, ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται “ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι” (Il. 1, 287) “θεῖναι Ἀθηναίης ἐπὶ γούνασι” (Il. 6, 92). οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς κατά.