Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.244
Not analysed yet
461. Ἀσίω] Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς Ἀτρείδεω. διὸ χωρὶς τοῦ ῑ. Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεὺς, ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς “Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· ἡ δʼ Ἀσίην τέκε κοῦρον.” ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν. ἡ δὲ Δερκετὼ παρὰ Σύροις καλεῖται Ἀταργατῖς.