# Scholia in Iliadum 1.252

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.252

484. ἔσπετε νῦν μου, Μοῦσαι] ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὥστε τὸν ἀκροατὴν διὰ τὸ μέ- γεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν. ὁ δὲ λόγος, ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον. ζητοῦσί τινες διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχό- μενος ὁ ποιητὴς μίαν ἐπεκαλέσατο τῶν Μουσῶν, ἐπὶ δὲ τοῦ κατα- λόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν ἐπὶ τοῦ μῆνιν ἄειδε τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτέρας τῶν Μουσῶν νοεῖσθαι τὰς πάσας. ἄλλοι δὲ λέγουσιν ὅτι περὶ ἑνὸς μὲν προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται. τὸ ἑξῆς ἐστὶν, ἔσπετε οἵ τινες, τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ δια- σταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ἡ καθʼ ἑαυτὸ καὶ συνάπτηται. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες, περισσεύοντος οῦ τὶ μορίου. πρότερον γὰρ ἐπεῖχέ τινα χώραν. Ὀλύμπια δώματʼ ἔχουσαι] ὅτι Ζηνόδοτος γράφει Ὀλυμπιάδες βαθύκολποι. οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας. ψιλωτέον δὲ τὸ ἔσπετε· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ σημαντικοῦ τοῦ λέγω, ἐν πλεονασμῷ τοῦ σ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
