# Scholia in Iliadum 1.253-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.253-2

485. πάρεστε] ὅτι τινὲς γράφουσι παρῆστε, οἷον κατʼ ἐκεῖνον τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων. εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών (493) φησιν “ἀρχοὺς αὖ νηῶν ἐρέω;” στικτέον οὖν εἰς τὸ ἴδμεν, καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρήζειν δὲ τῆς τῶν Μου- σῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν, ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπε- ρεῖσαι τὸν λόγον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
