# Scholia in Iliadum 1.253

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.253

423. Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. τινὲς δὲ γράφουσι μετὰ Μέμνονας Αἰθιοπῆας· ἔθνος δὲ οὗτοι. λέξις Ἀριστάρχου ἐκ τοῦ α΄ τῆς Ἰλιάδος ὑπομνήματος. τὸ μὲν μετ᾿ ἀμύμονας ἐπ᾿ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθοὺς, τὸ δὲ κατὰ δαῖτα ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι μετὰ δαῖτα, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί. Σοφοκλῆς (fr. 149) “ἐγὼ κατ᾿ αὐτὸν, ὡς ὁρᾷς. ἐξέρχομαι.” οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ καὶ Ἀριστοφανείῳ. Καλλίστρατος δὲ ἐν τῷ πρὸς τὰς ἀθετήσεις· ὁμοίως καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ Ϛ΄ πρὸς τὰς ἐξηγήσεις. καὶ τὸ “θεοὶ δὲ πάντες ἕπονται” διὰ τῆς αι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
