Ancient Greek
1.254 to 1.257
Scholia in Homerum, Scholia in Iliadum 1.254-2-257
Not analysed yet
488. πληθὺν δʼ οὐκ ἃν ἐγὼ μυθήσομαι] ἤτοι ὅτι περισσὸς ὁ ἄν, ἡ ὅτι μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαίμην. πάλιν δὲ διὰ μέσου τὸ διστίχιον. τὸ γὰρ ἑξῆς, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες· τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυπο- κρίτως ἐπὶ τὸ Μοῦσαι. διασταλτέον δὲ καὶ θυγατέρες. 489. οὐδʼ εἴ μοι δέκα] ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ “οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν” (12, 78). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους. 490. διὰ δὲ τοῦ εἰπεῖν “φωνὴ δʼ ἄρρηκτος” δηλοῖ ὅτι σῶμά ἐστιν ἡ φωνή. 493. *προπάσας] ὅτι περισσὴ ἡ πρό πρόθεσις.