# Scholia in Iliadum 1.254-266

Scholia in Homerum, Scholia in Iliadum, 1.254 to 1.266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.254

424. * Ἀρίσταρχος κατὰ δαῖτα. *ὅτι τινὲς γράφουσι μετὰ δαίμονας ἄλλους· διὸ ἀθετεῖται. 425. δωδεκάτῃ] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερὸν, ἀφ᾿ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχω- ρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί. 429. * γυναικός] ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ περὶ γυναικός. 432. * ἐντός] Ἀρίσταρχος ἐγγύς, οἷον πλησίον, οὐχὶ ἐντός. 434. ἱστοδόκῃ] τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ᾿ οὗ κλί- νεται ὁ ἱστός. τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, ἱστοδόκη. ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν] οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμ- βολον, ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδί- δαξεν προσορμισμοῦ. * ὑφέντες] Ἀρίσταρχος ἀφέντες. 435. βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ καρπαλίμως. προέρυσσαν] διὰ τοῦ ε, προέρεσσαν, οὐ διὰ τοῦ υ, προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους. 436. ἐκ δ᾿ εὐνάς] τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώ- μένα εἰς τὸ ὕδωρ καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (ΙΙ. 9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δ᾿ εὐνὰς ἔβαλον·” τὴν δια- τριβὴν, ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (ΙΙ. 2 783). 437. ἐπὶ ῥηγμῖνι θαλάσσης] ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ τῇ χέρσῳ ῥηγνύμενον μεγάλα βρέμειν (ΙΙ. 4, 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται. 440. πολύμητις Ὀδυσσεύς] τὰ ἐπίθετα Ὀδυσσέως δῖος Ὀδυσ- σεὺς, πολύμητις Ὀδυσσεύς. ὅτε δὲ ὁ καιρὸς τῆς σοφίας, Διὶ μῆτιν ἀτάλαντόν φησιν. 443. ὅτι τὸ ἀγέμεν κοινὸν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ ἀθετεῖται. 444. * ὅτι περισσός. 446—448. ὣς εἰπὼν—ἔστησαν] ὅτι Ζηνόδοτος οὕτως συντετμη- μένως “ὣς εἰπών· τοὶ δ᾿ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν.” τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν. 447. κλειτήν] ἱερὴν, οὐ κλειτὴν, εἶχον αἱ Ἀριστάρχου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
